Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.210.1 | Hdt. 1.211.3 (English) | >>Hdt. 1.214.1 |
1.211.1
Ὑστάσπης μὲν τούτοισι ἀμειψάμενος καὶ διαβὰς τὸν Ἀράξεα ἤιε ἐς Πέρσας φυλάξων Κύρῳ τὸν παῖδα Δαρεῖον , Κῦρος δὲ προελθὼν ἀπὸ τοῦ Ἀράξεω ἡμέρης ὁδὸν ἐποίεε κατὰ τὰς Κροίσου ὑποθήκας .
1.211.2 μετὰ δὲ ταῦτα Κύρου τε καὶ Περσέων τοῦ καθαροῦ στρατοῦ ἀπελάσαντος ὀπίσω ἐπὶ τὸν Ἀράξεα , λειφθέντος δὲ τοῦ ἀχρηίου , ἐπελθοῦσα τῶν Μασσαγετέων τριτημορὶς τοῦ στρατοῦ τούς τε λειφθέντας τῆς Κύρου στρατιῆς ἐφόνευε ἀλεξομένους καὶ τὴν προκειμένην ἰδόντες δαῖτα , ὡς ἐχειρώσαντο τοὺς ἐναντίους , κλιθέντες ἐδαίνυντο , πληρωθέντες δὲ φορβῆς καὶ οἴνου ηὗδον .
1.211.3 οἱ δὲ Πέρσαι ἐπελθόντες πολλοὺς μὲν σφέων ἐφόνευσαν , πολλῷ δʼ ἔτι πλεῦνας ἐζώγρησαν καὶ ἄλλους καὶ τὸν τῆς βασιλείης Τομύριος παῖδα στρατηγέοντα Μασσαγετέων , τῷ οὔνομα ἦν Σπαργαπίσης .
ch. 212
1.212.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.210.1 | Hdt. 1.211.3 (English) | >>Hdt. 1.214.1 |